Ancient Greek · ~4 min
Column 44
Philodemus, P.Herc. 182 44
Not analysed yet
νυν δεκτικὸς εἶναι ῥηθήσεται ὁ σοφός, ἧι που κἀπὶ τὸ κοινότατον εἰώθαμεν φέρειν ταύτην τὴν προσηγορίαν· ἧι δ' ἐπὶ τὸ σύντονον κατὰ τὸ μέγεθος ἢ καὶ ἐπὶ τὴν ὡς πρὸ ς ἀπολαυστὸν ὁρμήν, οὐ δήπουθεν εἴπαιμεν ἂν ο ὔτε γὰρ συντόν οις περιπίπτει πάθεσι το ιούτοις #26μανία γάρ, ἐπεὶ καὶ μυρίων γέμει κακῶν ἡ παρ' αὑτὸν ἐπιθυμία, ἣν καὶ φευξόμεθα πᾶσαν ὡς μέγιστον οὖσαν κακόν#26, οὔτε πρὸς τὴν κόλασιν ὁρμᾶι ὡς πρὸς ἀ π ο λαυστόν #26οὐδὲ γὰρ ἡδύ τι προσφέρεται#26, ἀλλ' ὡς πρὸ ς ἀναγκαιότατον, ἀηδέστατον δὲ παραγίνεται, καθάπερ ἐπὶ πόσιν ἀψινθίου καὶ τομήν. ἀνήμερος γάρ, κατὰ τὸν Ὅμηρον ἀφρήτωρ καὶ ἀθέμιστος, ὄντως ἔραται πολέμου καὶ τιμωρίας ἀνθρώπων, ὁ δὲ σοφὸς ἡμερώτατος καὶ ἐπιεικέστατος. ὅ τε ἐπιθυμῶν τῆς κολάσεως οὕτωι παρίσταθ' ὡς πρὸς αἱρετὸν δι' αὑτὸ τὴν τιμωρίαν, εἴ γε καὶ συνκαταδύνειν προαιρεῖται, σοφὸν δὲ μανία καὶ διανοεῖσθαι παριστάμενον ὡς πρὸς τοιοῦτο τὴν κόλασιν. ἔξεστιν δὲ καὶ τῶν προενεχθησομένων εἰς τὴν παραμυθίαν ἐνίοις χρήσασθαι λόγοις ἐπιλογιστικοῖς τοῦ προκ ε ιμένου χειρισμῶι διαλλάξαντας. ἀρέσκει δὲ καὶ