Ancient Greek · ~4 min
Column 45
Philodemus, P.Herc. 182 45
Not analysed yet
τοῖς καθηγεμόσιν οὐ τὸ κατ ὰ τὴν πρόληψιν τ αύτην θυμωθήσεσθαι τὸν σοφόν, ἀλλὰ τὸ κατὰ τὴν κοιν οτέραν. καὶ γὰρ ὁ Ἐπίκουρ ο ς ἐν ταῖς Ἀναφωνήσεσιν διασαφεῖ τό τε θυμωθήσεσθαι καὶ τὸ μετρίως· καὶ ὁ Μητρόδω ρος, εἰ κυρίως λέγει τοῦ δὲ σοφοῦ θυμός, συνεμφαίνει τὸ λίαν βραχέως· τὸ δ' ὅτι θυμωθή σεται καὶ τῶ ι Ἑρ μάρχωι π αραιτητὸν μὲν οὐ δοκεῖ, ἀλλὰ τὴν σύντονον μόνον ὀργήν· ὥστε θαυμάζειν ἐπ ὶ τοῖς βυβλιακοῖς εἶναι θέλουσιν, ὅτι ταῦτα καὶ τὰ πρότερον ἐπισημανθέντα παραλιπόντες ἐξ ἀκολουθίας τὸ θυμωθήσεσθαι κατὰ τοὺς ἄνδρας τὸν σοφὸν ἀπεδείκνυον. αἵ τε πίστεις αὐτῶν αἱ περὶ τοῦ θυμωθήσεσθαι τοσοῦτον ἀποδέουσι τοῦ κατὰ πᾶσαν ἔννοιαν θυμοῦ θυμωθήσεσθαι προσάγειν, ὅπερ ὤφειλον, εἰ διὰ παντὸς οὐ καὶ τὴν ὀργὴν καὶ τὸν θυμὸν κατηγορουμένως οὐδὲ τὸ κοινῶς ὀργισθήσεσθαι, καθάπερ ὑποδείξομεν, παριστάνουσι. δῆλον δ' ὅτι καὶ καθὸ μεγέθει καὶ καθὸ ποιότητι διαφέρει τῆς ὀργῆς οὐδὲ φυσικός ἐστιν ὁ θυμός· οἱ δὲ μὴ καλῶς πότ' ἐπὶ ταὐτὸ καὶ πότ' οὐκ ἐπὶ ταὐτὸ φέρετ' ὀργὴ καὶ θυμὸς ἐπ ι λελογισμένοι, καθὸ διαπίπτουσι κἀν τῶι πε