Ancient Greek · ~4 min
Column 46
Philodemus, P.Herc. 182 46
Not analysed yet
ριπίπτειν ἢ μὴ περιπίπτειν θυμῶι δοξάζειν τ ὸν σοφόν, εὔσημον οἶμαι τοῖς παρηκολουθηκόσ ιν οἷς ἐν τῶι λόγωι τῶι περὶ τούτων ἐπεσημηνάμεθα. ταῦτα μὲν ο ὖν τὰ παρ' ἡμῶν ἢ καὶ τὰ περὶ ἡ μῶν τε καὶ τοῦ φυ σικήν τινα ὀργὴν εἶναι κατασκευάζουσι λόγοις π ρ οθέντες ἀντείπαμεν δὴ τὸ τὸν σοφ ὸν ὀργισθήσεσθαι. τ ι νὲς δὲ καὶ θυμωθήσεσθαι τὸν σοφό ν φασιν οὐχ ἧττον ἢ τὸν κοινόν. ἐπὶ τούτοις οὖν κέχρηνται καὶ τοιούτοις ἐπιλογισμοῖς. εἰ τ οῖς καλῶς παρ' ἑαυτοὺς κεχρημένοις εὐχαριστήσει σοφὸς ἀνήρ, καὶ τοῖς ἑκουσίως βλάψασιν αὐτὸν ὀργισθήσεται· εἰ δ' οὐκ ὀργισθήσεται τούτοις, οὐδ' ἐκείνοις εὐχαρι στήσει. τὸ γὰρ ἀντίστροφον γίνεται πάθος ἐπὶ θατέρου πρὸς θάτερον, καὶ κινεῖ, καθάπερ τὴν εὐχαριστίαν, οὕτω καὶ τὴν ὀργὴν τὸ ἑκούσιον· ὡς γὰρ εὐχαριστοῦμεν οὔτε τοῖς ἀψύχοις τῶν ποιητικῶν οὔτε τοῖς ἀπροαιρέτως τι παρασκευάζουσι τῶν ἐμψύχων, οὕτως οὐδ' ἀγανακτοῦμεν. οἱ δὲ φυσικῶς φασιν ἡμᾶς ἐπὶ τὴν ὀργὴν ὥσπερ ἐπὶ τὴν εὐχαριστίαν ὁ ρμᾶν διὰ τὴν ἀντίστροφ ο ν αἰτίαν. ὥσπερ τε πολλοῖς περιπεσόντες, ὅταν οἶνον