Ancient Greek · ~4 min
Column 47
Philodemus, P.Herc. 182 47
Not analysed yet
προσενέγκωνται μεθυσκομένο ι ς #26οὐ μόνον ἄφροσιν, ἀλλὰ καὶ συνετοῖς, καὶ οὐ μᾶλλον ἐκείνοις ἢ τούτοισ#26, καταλαμβάνομεν ὅτι τὸ μεθύειν ο ὐ συμβαίν ει παρ' ἀλογιστίαν, ἀλλά, κἂν οἱ σοφοὶ μεθύωσι, π αρὰ σοφίαν, οὕτως σαφὲς οὐ μόνο ν τοὺς ματα ίους, ὅταν ἑκουσίως ὑπό τι νος βλαβῶσιν, ἐπιδεκτικο ὺς τῆς ὀργῆς εἶναι, ἀλλὰ καὶ τοὺς σοφούς. διὰ τοῦτο μὲν οὖν ἐροῦμεν, ὥσπερ δύναται ὁ σοφὸς μεθύσκεσθαι κατὰ φύσιν, οὕτως χρῆν διὰ τὴν αὐτὴν αἰτίαν ὀ ργὴν αὐτῶι προσάπτεσθα ι. συνέχεταί τε οὐδὲ ταῖς ματαίοις ὀργαῖς ὁ μάταιος γενόμενος κεραυνόπλ ηκτος, ἀλλὰ κατὰ τὰς ὑπολήψεις τὰς προηγουμένας· ὁ μὲν βεβλάφθαι δοκῶν, ὁ δὲ καὶ μεγάλως, ὑπὲρ μὲν ἐνίων τὰς ὑπολήψεις οὐκ ἔχων ταύτας, ὑπὲρ ἄλλων δ' ἔχων, ἐπ' ἐκείνοις μὲν ἀόργητός ἐστιν, ἐπὶ δὲ τούτοις ἐξίσταθ' ,ὥστ' εἰ τὸ διερεθίζεσθαι κοινῶς ὑπολήψεσι ν ἐπακολουθεῖ, βλαπτόμ ενος δ' ὁ σοφὸς ὑπό τινος ἑκουσίως ὑπολαμβάνει βλάπτεσθαι, τηλικοῦτο δὲ μόνον ὅσον βέβλαπται, πάντως μὲν ὀργισθήσεται, βραχέως δὲ διὰ τὸ μηδέποτε μεγάλης ἔμφασιν βλάβης λαμβάνειν, οὐδὲν εἶναι παρὰ μέγα τῶν ἔξωθεν ἡγούμενος. ἔνιοι δὲ