Ancient Greek · ~3 min
Column 14
Philodemus, P.Herc. 220, 451, 1078/1080, 1669, 1693 14
Not analysed yet
εἰς πόλιν δ ὲ καὶ εἰς ἀ γορὰν οὐκ εἰσίασιν οὐδὲ τὸν βίον ὅλως ὠφελοῦσιν. Ὥστ' εἰκότως οὐδ' ἀντιστρέφουσί τινες, ὃ λέγουσιν, ἀλλὰ τὴν ῥητορικὴν καὶ τὴν σοφιστι- κὴν καὶ τὴν πολιτικὴν οὐδ' ἐκ παρόδου κελεύουσιν προσίεσθαι, τὴν μέν, ὅτι ματαία, τὴν δ', ὅτι ταραχωδεστάτη τῶν ἁπάντων. Καὶ τὰ συνεχῆ δὲ τούτοις εἴτε περὶ τῶν διαλεκτικῶν ἐλέ γ ετο, πρὸς ἡμᾶς οὐκ ἦν, εἴτε περὶ ἡμῶν, ἐφληναφᾶτο, διότι φασκόντων ἀκριβεῖς ποιεῖσθαι λόγου ς, οἵους οὐκ ἂν οἱ ῥήτορες δύναιντ' ἀντεπάγειν ἅ τε καὶ διὰ τῶν εἰκότων τοὺς λόγους συντιθέντ ες, διατελοῦσι λέγοντες, ὡς καὶ τῶν ἀραχνίων ἀκριβέστερον ὑφασμένων ἤπερ τῶν ἱματίων οὐκ ἐκεῖνα κρείττω χρώμεθα γὰρ τούτοις οὕτω καὶ τὴν τῶν φιλοσόφων ἀκρίβειαν ἄρχηστον εἰς τὸν βίον εἶναι διὰ τὸ μηδέπως βουλ ευομένο υς καὶ τὸ εὔκαι ρον αἱρ ουμένους τοῖς συλλογισ