Ancient Greek · ~3 min
Column 22
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 22
Not analysed yet
ρὰ τὴν μόνην κ α ὶ κυρίως λεγομένην ἐπὶ τούτοις τέχνην, ὑπὸ δ' ἄλλων σὺν ἄλλαις καλῶς πεποιημένα παρὰ τὰς ἄλλας, καὶ μάλιστ' ἐὰν κατά τι τῶν ἀποκεκρυ μμένων καὶ μὴ προχείρων, τῆς ἐξεργασίας ἀστείας προσούσης, τὰ μὲν ἀστεῖα τελέως· εἰ δὲ μηδὲ κατά τι, πάλιν γε λέγοιτ' ἄν. καὶ μὴν τὸ φάσκειν ἐφ' ὧν οὐκ ἔχομεν εἰπεῖν, εἰ διάνοιά τις ὑποτέτακται, μηδ' εἰποιήματ' ἐστὶν ἔχειν εἰ πεῖν, τῶι μὲν ἀρτίως τοῦτου διασύρει ν τι πολὺ δεδέηκεν ἀκολουθεῖν, ἄλλως δ' ἀρέσκει μοι. πῶς δ' ἐφ' ὧν ὅτι μὲν ὑποτέτακται γινώσκομεν, εἰ δὲ κατὰ τὸν κοινὸν νοῦν ἢ ὑπεναντίως ἀγνοοῦμεν, οὗτος ὅλως φησὶν ἐφέξειν εἰ σπουδαῖον ἢ φαῦλον, ἐπ ὶ δὲ τῶν ἀκοινονοήτως λεγομένων οἷα τὰ προσαγορευθέντ' ἀλλόκοτα κατεχώρισεν, καὶ εἰ ποήμαθ' ὁπωσοῦν εἶπεν; εὔηθες δ' ἐμοὶ φαίνεται καὶ τὸ τοὺς φρένας ἔχον