Ancient Greek · ~3 min
Column 23
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 23
Not analysed yet
τας δα τ σου μ λ ω υ ως τεχνικοῦ ποήματος δ υσκ ισου σύνθεσιν ἐπαινο τὴν διάνοιαν ἀγνο πάνυ τῶν εὖ συνκειμένων ἀδιανόητον εἰ σπουδαῖα καταλαμβάνειν. τῶι δὲ τὰς φωνὰς ἐνίοτε πρεπόντως τετάχθαι τοῖς γινωσκομένοις ὑφ' ἡμῶν ὅτι καλῶς σύνκειται, φασί τινες εὖ συνκεῖσθαι, τὴν διάνοιαν ἀγνο οῦντες, οἱ δ' οὐδ' ὅλως ὑπαρχούσης ἢ διηρτημένης. καταγελάστως δ' ἐπιτίθεται καὶ τὴν σπουδαίαν σύνθεσιν οὐκ εἶναι λόγωι καταληπτήν, ἀλλ' ἐκ τῆς κατὰ τὴν ἀκοὴν τριβῆς. ἄθλιομ μὲν γὰρ καὶ τὸ τὴν ἐπιφαινομένην τῆι συνθέσει τῶν λέξεων εὐφωνίαν εἰσάγειν καὶ ταύτης ἀνατιθέναι τὴν κρίσιν τῆι τριβῆι τῆς ἀκοῆς, ἀθλι ώτερον δὲ τὸ τὴν σύνθεσιν αὐτὴν τῶν λέξεων διανοίαι γνω