Ancient Greek · ~3 min
Column 24
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 24
Not analysed yet
ριζομένην, πότερα φαύλως ἢ σπουδαίως ἔχει, ταῖς ἀλόγοις ἀκοαῖς καὶ μηθὲν πολυπραγμονούσαις τῶν ἐπιτευγμάτων ἢ διαπτωμάτων ἀνάπτειν καὶ λόγωι φάναι μὴ γνωρίζειν π ῶς ἁπάσας ἔστιν ἀπο δ ιδόναι λόγων τὰς ἰδιότητας. διὸ δὴ καν α μ ν ἐπὶ τοὺς ἐν ποήμασι τετριμμένους ἀναφεροντ οὐ μέντοι ε ἀλλὰ τὰς διανοίας ὁπότε γε οὐδὲ τὰ μέλη γραφὰς ὥσπερ οὗτ ος φυσικῆι τριβῆι τῆς ἀκοῆς καὶ τῆς ὁρ άσε ως ὁμοιῶν τὴν σύνθεσιν ἐναντίως ἔχου σαν. ἀλλὰ γὰρ ἐπεὶ καὶ τὰ πρὸς τοῦτον εὐτρέπισται, τὰ παρὰ τῶι Κράτητι καιρὸς θεωρῆσαι. ἀποτυγχάνει τοιγαροῦν τῆς Ἡρακλεοδώρου καὶ τῶν ὁμοίων δόξης –οὐ γὰρ τὴν σύνθεσιν, ἀλλὰ τὴν ἐπιφαινομένην αὐτῆι φωνὴν ἐπαινεῖ –ὡς καὶ τῆς Ἀνδρομενίδου, πάντα γε νομίζων ὁμολογεῖν αὐτὸν καὶ διὰ