Ancient Greek · ~3 min
Column 25
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 25
Not analysed yet
παντὸς τοῖς εἰρημένοις. τοὺς δὲ θέματα φάσκοντας εἶναι φιλοσόφους πρὸς ἃ δεῖ βλέποντας κρίνειν, καὶ τὰ λοιπὰ προστιθέντας ἃ μετέγραψεν, εἰ μὲν τοὺς περὶ τὸν Ἐπίκουρον ἠινίττετο, φλύαρος ἦν, ὡς καὶ γέγονε καὶ γενήσεται π ροιόντων συμφανές. εἰ δ' ἄλλο υς τινάς, ἐκεῖνοι τὸ μὲν ἠλήθευον, τὸ δ' ἐψεύδοντο, τὰ δὲ παρέλειπον. παρέλειπομ μὲν ὅλως τὰς ἐννοίας τῶν ἀστείων καὶ φαύλων ποιημάτων καὶ ποιήσεων, ἠλήθε υ ον δὲ φυσικὸν ἀγαθὸν ἐμ ποιήματι μηδὲν εἶναι λέγοντες, εἴπερ τοῦτ' ἔφασκον. ὃ γὰρ οὗτος ἔθηκεν ἀδιάληπτὸν ἐστιν. εψεύδοντο δὲ θέματα πάντα νομίζοντες εἶναι καὶ κρίσ ι ν οὐχ ὑπάρχειν τῶν ἀστείων ἐπῶν καὶ φαύλων κοινὴν, ἀλλὰ παρ' ἄλλοις ἄλλην, ὡς τὴν νομίμων. καὶ γὰρ ο καθὸ πόημα φυσικὸν οὐδὲν οὔτε λέξεων οὔτε διανοήματος ὠφέλημα παρασκευάζει. διὰ τοῦτο δὲ τῆς ἀρετῆς ἑστηκότες