Ancient Greek · ~3 min
Column 26
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 26
Not analysed yet
ὑπόκεινται σκοποί, τῆι μὲν λέξει τὸ μεμιμῆσθαι τὴν ὠφέλιμα προσδιδάσκουσαν, τῆς δὲ διανοίας τὸ μεταξὺ μετεσχηκέναι τῆς τῶν σοφῶν καὶ τῆς τῶν χυδαίων. καὶ ταῦτ' ἔστιν, ἄν τε νομίσηι τις ἄν τε μή, καὶ κριτέον ἐπὶ τ αῦτ' ἐπανάγοντας. ἐῶ γὰρ ὅτι κἂν μίμησίς τις ἐν τοιαύτηι κατασκευῆι –ποίημα δ' ἐστὶ τὸ μιμούμενον ὡς ἐνδέχεται –μάλιστ' ἐν τοιαύτηι κοινὸν ἀποδώσειε κρίμα πᾶσιν, ἀλλ' οὐ καθ' ἕκαστον θέμα τοῖς διαταξαμένοις. αὐτὸς δὲ γελοῖος ἦν, ταύτας μόνον ὑπολήψεις γεγονέναι περὶ ποιήματος ἀγαθοῦ πεφρακώς, τῶν δὲ φιλοσόφων τὴν μίαν, καὶ γράφων τὸ μὴ πιθανὸν εἶναι θέματα ὑπάρχειν, μαρτυρούσης γε δὴ τῆς ἀκοῆς εἰς τοῦτο. δεχομένων γὰρ ἡμῶν εἰς τὸ μὴ θέματ' εἶναι μαρτυρεῖν, οὐδέν ἐστι μαρτυρούμενον ὑπὸ τῆς ἀκοῆς εἰς τοῦτο, τοῖς ὅλοις οὐδενὸς τῶν ἐν ποιήματι κρίσιν ἐχούσης οὐδὲ