Ancient Greek · ~3 min
Column 27
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 27
Not analysed yet
μὰ Δία τερπομένης πλὴν ὑπὸ ῥυθμοῦ τόδ' εἴπερ ἔτ' εἶπε, τ ὸ μ ὴ πιθανὸν εἶναι τὴν διάνοιαν ἐπαινεῖν, ἀτέχνου γε δὴ τοῦ τοιούτου ὄντος, ὃ πρὸς τοὺς κρι τ ικοὺς λέγει, παραιτοῖτ' ἄν ὁμολογούντων ἄτεχνον εἶναι λόγωι, τετραμμένηι δ' ἀκοῆι γνωστόν, ὅπερ καὶ τὴν διάνοιαν ἐπαινεῖν. τό γε μὴν λοιπὸν ι λέγειν ὅπερ αὐτὸς φάσκει καὶ διὰ τὸ τἀληθὲς ὑπερβαίνειν εὔηθές ἐστιν καὶ διὰ τὸ φάσκειν διαγινώσκεσθαι τὴν ὑπάρχουσαν ἐν τοῖς ποιήμασ ιμ φυσικὴν διαφορὰν τῆι ἀκοῆι. πλῆν γὰρ τοῦ διαφόρους τῆι θέσει καὶ τάξει τῶν γραμμάτων προσπίπτειν φωνάς, οὐδέν ἐστιν πρὸς ἀκοήν, ὅπερ οὐδεὶς ἂν εἴπειε διάκ ρισιν τῆς ἐν ποιήματι φυσικῆς διαφορᾶς. εἰ δὲ τοῦτ' ἔλεγεν οὗτος, ἐθαυματοποίει τοῖς ὀνόμασι, ξενὸν οὐδὲ ἓν ἐπινοῶν. εἰ δὲ γίνεται περὶ τ ὴν ἀκοὴν ἐκ ποιημάτων ἡδονή, πῶς οὐ διέπιπτε κρίνεσθαι λέγων οὐχ ὅταν