Ancient Greek · ~3 min
Column 28
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 28
Not analysed yet
εὐαρεστήσηι ταύτηι πόημα σπουδαῖον, ἀλλ' ὅταν κατὰ τ ὸ ν τῆς τέχνης λ όγον ἐνεργηθῆι; ἂν γὰρ τἆλλά τις ἀφῆι, κατὰ τὸν ταύτης ἐνηργεῖτ' ἂν λόγον τὸ συντεθὲν οὕτως ὥστ' εὐαρεστεῖν ταῖς ἀκοαῖς, εἰ δὲ μή γε, κα ὶ ταύταις. διὸ τῆι τέχνηι καὶ τὰ τῆς κρίσεως παραδοθήσεσται, καίπερ ἡδονῆι κανονιζόμενον. ἀλλὰ μὴν τὸ μὴ πολλὰ θέματ' εἶναι, διὸ δεῖν κατὰ θέμα πολλὰ κρίνειν τῶν ἐν ποιητικῆι, βιάζεται καὶ ἀνούστερόν που παραγγέλλεται. καὶ τόδε, μ ήτε τὰ αἰσθήσει ἐπιτ ερπῆ μήτε τὴν διάνοιαν δεῖν κρίνειν τῶν ποιημάτων, ἀλλὰ τὰ λογικὰ θεωρήματα τὰ φύσει ὑπάρχοντα δι' αἰσθήσεως κρίνειν καὶ οὐκ ἄνευ τῶν νοουμένων, οὐ μέντοι τὰ νοούμενα, κωφά τ' ἐστὶ καὶ μικροχαρῆ καὶ διεψευσμένα, εἰ μὴ διείληπται τὸ τὰ λογικὰ θεωρήματα φύσει ὑπάρχειν. ἣ πρὸς λόγον ἐστὶ τὸ διὰ τῆς ἀκοῆς τὰς λέξεις παραδὲ