Ancient Greek · ~3 min
Column 29
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 29
Not analysed yet
χεσθαι τὴν διάνοιαν ἢ ἀληθὲς δεῖν τὰ νοούμενα ἐν ποήμ ασιν κρίνεσθαι, καὶ μηδ' ὅταν τὴν σύνθεσιν ἐπαινῶμεν, ἀποσπᾶν αὐτὴν τῶν ὑποτεταγμένων. τὰ δὲ περὶ τῶν στοιχείων, ἐν οἷς τὴν κρίσιν εἶν αί φησι τῶν σπουδαίων ποιημάτων, τίνος αὐτῶι καὶ πόσης ἡδονῆς γέμει παρεστακότες ἐν τῶι δευτέρωι τῶν ὑπομνημάτων, διὰ τὸ καὶ περὶ ποιήματος εἶναι κοινῶς, ἀποδοκιμάζομεν παλιλλογεῖν, ὥστε τὰς παρὰ Ζήνωνι δόξας ἐπικόψαντες ἤδη μεμηκυσμένον τὸ σύνγραμμα καταπαύσομεν. ἡ μὲν τοίνυν ἀρετὴν λέγουσα ποιήματος, ὅταν σύνθεσις ἦι τέρπουσα τὴν ἀκοὴν ἢ καλῶς φερομένη καὶ τὴν διάνοιαν κεκρατημένως ἐκφέρουσα, διέψευσται μὲν τῶι μὴ τέρπειν ἦχον ἐν συνθέσει ποήματος, οὐ διορίζει δὲ τὴν ἀρετὴν τῶι τίνα καὶ ποίαν δεῖ διάνοιαν ἐκφέρειν μὴ ὑπογεγραφέναι καὶ τῶι τὸ κεκρατημένως