Ancient Greek · ~3 min
Column 30
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 30
Not analysed yet
τι ποτ' ἐστὶν ἀγνοεῖσθαι τό τ ε καλῶς μηδὲν ἧττον καὶ τῶι καὶ πεζοῦ λόγου ποιοῦ τινος κοινὴν ὡσπερεί τιν' αὐτὴν εἶναι κἂν λέγειν ἐνίους. ἡ δὲ σύνθεσις λέξεως ἐναργῶς καὶ ἐμφατικῶς τὴν ὑποτεταγμένην διάνοιαν σημαίνουσαν κοινή γ' ἐστι καὶ λόγου παντὸς ἀρετής. καὶ τοῖς ὅλοις οὐδὲ παρεφάπτεταί τινος ἰδίου τῶν περὶ τὴν ποιήματος ἀρετὴν καὶ μάλιστα τῆς συνθέσεως. καὶ μόνον ἐναργῶς καὶ ἐ μφατικῶς σημαίνειν ἀξιοῖ καὶ συντόμως, καθάπερ οὐ δυναμένου φαύλως ἔχειν προσόντων τούτων, δέον καὶ σαφῶς καὶ εὐπρεπῶς καὶ τοῖς ἄλλοις ἅπασιν ἐπιτεύγμασι κεχρη μένως εἰπεῖν. οὐ προσῆκεν οὖν ἐν ταῖς ὑποθήκαις ἐξαριθμεῖσθαι κατὰ μέρος, ἀλλὰ τὸ διῆκον λέγειν. ἂν δὲ διὰ τούτων μόνως οἰώμεθα τὰς προλήψεις ἐκτυποῦσθαι, πάντα π αραθετέον τῶι γένει, ἀλλ' οὐ τοῖς ἀριθμοῖς. καὶ τὴν διάνοιαν μέντοι ποίαν τινὰ τοῖς ποιήμασιν ἀξιουμένην