Ancient Greek · ~3 min
Column 31
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 31
Not analysed yet
ὑποτάττεσθαι καὶ ὅλως οὗτοι καὶ πολλοὶ τῶν πρότερον ἐξητασμένων καὶ τῶν ὕστερον θεωρηθησομένων πολὺ δ έουσιν ἀποχαράττειν. ἡ δὲ σύνθεσ ις σαφῶς καὶ συντόμως τὴν ὑποτεταγμένην διάνοιαν διασαφοῦσα σὺν τῶι τηρεῖν τὸν ποιητικὸν χαρακτῆρα κατὰ τὸ ἀνάλογον καὶ τ ο ῦ πεζοῦ, πλὴν τοῦ τὸν ποιητικὸν χαρακτῆρα παρακελεύεσθαι τηρ εῖν, μεταλήψεται, δέον ἐπὶ τοῦ πεζοῦ τὸ σὺν τῶι τὸν λογικόν, ἑκάτερον δ' οὐδὲν χαράττει. πρόσεστι δ' αὐτῆι καὶ τὸ πάντα συντόμως ἐκφέρειν ἀξιοῦν, ἐπὶ μέν τινω ν ἐξεργάζεσθαι δέον, ἐπὶ δέ τινων τοῖς αὐτοῖς ἐνδιατρίβειν, ἐπὶ δ' ἐνίων καὶ περιφράζειν. καὶ τὸ πᾶσι παρακολουθεῖν τὴν σαφήνειαν οὔτε πάσης ἐπιτρεπομένης τοῖς ποιηταῖς οὔτε τῆς συνχωρουμένης ἅπασι τοῖς νοουμένοι ς ἁρμόττειν δοκούσης. καὶ μὴν ἥ γε διάνοιαν μὲν σοφὴν περιέχουσαν, τῆι δὲ κατασκευῆι τὰς ἀκοὰς τέρπουσαν