Ancient Greek · ~3 min
Column 32
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 32
Not analysed yet
ἐκβόλιμος εἶναι δοκεῖ ἑκατέρου προσόντος, καὶ ἥ γε διάνοιαν ὠφέλιμον εἰ καὶ μὴ σοφὴν κεκ ρατημένως καὶ πρὸς τ ὴν ἀκοὴν ἐμφατικῶς ἐκφέρουσαν, ὅτι τὴν π οίαν ὠφέλιμον οὐ διορίζε ι. καὶ διότι πολλὰ τῶν πανκ άλω ν α ἰ σχρὰ ποιεῖ ποιημάτων, τὰ μὲ ν ἀνωφελῆ, τὰ δὲ καὶ ζημιώδη περιέχοντα, καὶ πολλὰ προκρίνει τῶν ἡττόνων, ὅσα τὰς ὠφελίμους ἢ τὰς ὠφελιμωτέρας περιείληφε. καὶ διότι κἂν ὠφελῆι καθ ὸ ποήματ' οὐκ ὠφελεῖ. καὶ διότι τὸ μάλιστ' ὠφελοῦν ἄριστον ἐροῦσιν, οὐκ ἐσόμενον ἂν ἰατρικῶς ἐκφέρηται. καὶ τὸ κεκρατημένως ἐξηγήσεως δεῖται καὶ τὸ πρὸς τὴν ἀκοὴν ἐμφατικῶς οὐ μόνον ἀδιάληπτόν ἐστιν, ἀλλ' οὐδὲ νοῦν ἔχον. καὶ οὐ μᾶλλον ἐμφατικῶς ἢ σαφῶς, ἔστι δ' ὅτε συντόμως καὶ εὐπρεπῶς καὶ κομψῶς καὶ πολλαῖς ἄλλαις ἰδιότησι πεποικιλμένως ἀξιώσει τις. καὶ κοινῶς ὁ διορισμὸς εἶναι δόξει καὶ τῶν ἀποδεικτικῶν λόγων. ἡ δὲ