Ancient Greek · ~3 min
Column 33
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 33
Not analysed yet
σύν θεσιν λ έξεων προσδιδάσκουσάν τι περι τ τ ότερον διὰ ποιή ματος ἢ ταύτηι γ' ὡμοιωμένην τὸ μὲν προσδιδάσκειν περιττότερον οὐ διασαφεῖ τίνος. εἰ μὲν οὖν τῶν οὐ τεχνικ ῶν β ούλεται, πολλὰ τῶν ἀστείων ἐξοριεῖ τῆς ἀρετῆς. εἰ δὲ τοῦ πεζοῦ λόγου, καὶ φαῦλα πολλὰ προάξει. διδάσκει γ άρ τι καὶ ταῦτα περιττότερον διὰ ποήματος. τὸ δ' ὡμοιωμένον τῆι περιττότερόν τι διδασκούσηι κατὰ πάσης ἐστὶ τῆς ποιητικῆς συνθέσεως ὡς τῆς ἐπαινετῆς τιθέμενον ἀληθές. ἢ δ' ἀντιδιαζεύγνυσιν ἢ καθάπερ ἀληθὲς εἶναι δυνάμενον τὸ πρότερον συνκαταχωρίζει. καὶ μὴν ἡι τὸ εὖ μεμιμῆσθαι τὰ Ὁμήρου καὶ τῶν ὁμοίως παραδεδομένων, τὸν Ὅμερον καὶ τοὺς ὁμοίους οὐ δόξει ποιεῖν σπουδαίους, ἐπείπερ αὑτοὺς οὐκ ἐμιμήσαντο. πλὴν οὔτε παρεφάπτεται τ ῆς κοινῆς ἐννοίας οὔτε προειλήφαμεν ταύτην ἀρετὴν ποιήματος. δίδωσι τι