Ancient Greek · ~3 min
Column 34
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 34
Not analysed yet
ριαν μηδέν ον δικαιοσύνην γέ τοι φήσει τις εἶναι τὴν Ἀριστείδου μίμησιν καὶ χρηστότητα τὴν Φωκίωνος καὶ σοφίαν τὴν Ἐπικούρου καὶ πολιτικὴμ μὲν τὴν Περικλέους, ζωγραφίαν δὲ τὴν Ἀπελλέους, καὶ περὶ τῶν ἄλλων ὁμοίως, ἀντιστρόφως δ' ἐπὶ τῶν κακιῶν. θεματικήν τε παντάπασι τὴν κρίσιν τοῦ καλοῦ ποιήματος εἰσάγει καὶ ἀόριστον. τότε μιμεῖσθαι τὸν Ὅμηρον ἐμ πᾶσι καὶ τὸν Εὐριπίδην καὶ τοὺς ὁμοίως τεθαυμασμένους οὐκ ἐπιεικὲις εἶναι δόξει. τάχα δ' οὐδ' ἐπιγνῶναι δυνησόμεθα τὴν ὡς προσήκει τούτους μεμιμημένην, ἐὰν μὴ τὸ προσῆκον εἰδήσω μεν. πλὴν οὐδὲν γελοιότερον ἔσται τοῖς οὕτως ἀποδιδοῦσι. πευσόμεθα γὰρ τί ἐστι καθ' ὃ θαυμάζονται ἔ νιοι καὶ καθ' ἃ μιμητέον τούτους ὀρθῶς. παντάπασι δ' οὐκ ἀμείνων οὐδ' ἡ τὸ λέξιν προσφέρεσθαι πρέπουσαν τοῖς