Ancient Greek · ~3 min
Column 35
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 35
Not analysed yet
εἰσαγομένοις προσώποις. κοινὸν γὰ ρ καὶ τῶν πεζῶν ἐστι λόγων, εἰ δὲ μή γε, τῶν ἱστορικῶν ἢ τῶν γε διαλόγων. καὶ περὶ τῆς λέξεως μόνον λαλεῖ, τὰ νοήματα κυριωτέραν δύναμιν ἔχοντα παραπέμπουσα τουσπαραινιτ ν ὅτι τοῖς θεοῖς καὶ τοῖς ἥρωσι ἡ τοιαύτη πρέπει λέξις ἠλιθίων ἐστὶ καὶ μεμιμῆσθαι βέλτιον λέγειν τὴν πρέπουσαν. τελείως δὲ μ ανικὸν τὸ πα ρ αψηλαφᾶν ὁμοιότητα λέξεως τοῖς δηλουμένοις πράγμασι. εἰ δὲ προσυπακουστέον καὶ τὴν διάνοιαν, ἢ γραφεὺς παραλέλοιπε, τὸ ποητικῆι διάγνωσιν ἀπονέμειν τῶν ἑκάστωι προσώπωι πρεπόντων λόγων παράκοπόν ἐστιν. ἀλλὰ δὴ καὶ διὰ ποιήματος δυνατὸν ὅσα μιμεῖσθαι θέλουσιν μιμήσασθαι πρε πόντως. κοιναὶ δ' εἰσὶ καί τινων λόγων ἥ τε λέγουσα τὸ δύνασθαι τὸν