Ancient Greek · ~3 min
Column 36
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 36
Not analysed yet
ἀκούοντα καὶ παραδοξολογίαις προσαγαγέσθαι καὶ ἡ τὸ δεῖν μ όνον κινῆσαι τοὺς πεπαιδευμένους. ἄλλως δ' ἡ πρ ο τέρα μὲν ἀδύνατόν τι ποιεῖ τὴν ἀρετήν. εἰ δὲ τὸν ἀκούοντα τὸν συνιέντα λέγει, τῆς ὑστέρας οὐ διαφέρει. μόνοι γὰρ οἱ πεπαι δευμένοι συνιᾶσι, τὸ δὲ καλὸν καὶ παντελῶς. ἀνεκτοτέρα δ' οὖν ἡ τῶν δευτέρων. ἑκατέραι δὲ τὸ τέλος μόνον, εἴπερ ἄρα λέγειν ἂν θέλ οι τις, ὃ δύναται ποιεῖν τὸ καλὸν ποίημα, τὸ δὲ τί ἐστιν καὶ τίνι δύναται κινεῖν οὐ διδάσκουσιν. ἐοίκασιν δὲ τὰ πολλὰ τῶν εὐτελῶν περιπετε ίαις δὲ καὶ παραδοξολογίαις καὶ παθητικοῖς λόγοις κινοῦντα προκρίνειν τῶν ἄκρως μὲν πεποιημένων, ἥκιστα δὲ ταῦτα προσφερομένων. καὶ συμπαθοῦσι μὲν καὶ κινοῦνται μάλιστα προσόντων τινῶν καὶ τοῦ λόγου διανοημάτων, ἡ δ' ἀρετὴ τοῦ ποιήματος ἐν τῶι διὰ τῆς κατασκευῆς παρε