Ancient Greek · ~4 min
Column 19
Philodemus, P.Herc. 408, 409, 434, 435, 1117, 1573, 1574, 1672 19
Not analysed yet
γες. τἀνάλογα· θαυμ αστὸν δή, εἰ σὺ μὲν οὐθὲν ἐξείργου διὰ τὴν ἡλικίαν ἐν τῆι ῥητορικῆι δυν άμει προέχειν . ἐπέζευκται δὲ τού τ οις· ὃ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς. οὐκοῦν δυσὶν τούτοις -λέγων δὲ τῆι τε ῥητορικῆι δυνάμει καὶ τῶι πολὺ ὑπερέχειν πάντων τῶν πρεσβυτέρων καὶ ἐνδόξων -ἐπέζευκται τὸ ὃ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς. ὅταν δὲ δυσὶν δήπου προταχθεῖσιν ἐπανενεχθῆι τι, πάντως ἀμφίβολον γίνεται, τίνι τ ῶν προκειμένων ἐπέζευ κται. διόπερ ἀμφίβολον γ ίνεται καὶ τὸ ὃ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας π ολλῆς πότερον τῆι ῥητορικῆι δυνάμει ἐπενεκτ έον ἢ τῷ πολὺ πάντων ὑπερέχειν. εἰ γὰρ οἰόμενος ἔτυ χε, τὴν μὲν ἀνάληψιν τῆς ῥητορικῆς δυνάμεως τέχ νηι μόνον περιγίνεσθαι, τὸ δ ὲ ἁπάντων τῶν τὴν ῥ ητορικὴν ἀνειληφότων ὑπερέχει ν τριβῆι καὶ συνηθείαι· πρὸς μέντοι γε τὴν θέαν αὐτῶν τῶν πραγμ άτῶν, οὐ πρὸς τὴν ἁπάντων ὑπεροχὴν ἀπαρκεῖν κ αὶ τὴν ἐπιστήμην, τοῦτο ανε φρασιν οντε ν. ἀλλ' οὐκ ἄν, οἶ μαι, τὸ τοιοῦτο φήσαι τις καὶ περὶ νέον δὴ καὶ ἀληθῶς εἶναι