Ancient Greek
Column 20
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 20
Not analysed yet
ἢ δύνα μ ιν, οὔτ' ἂν ἀμέθοδον ἐνκρῖναι ἄλλον ἦν ἀνάσκητον οὐδὲ ἀπείραστον τελείως, ὥστε κἀντυχεῖν εἰπεῖν ἕως ἄν τις ἐνεχθῆι πίστις ἀναγκάζουσα ταὐτὸν ἐπὶ τούτο υ τε καὶ τῶν παρατεθέντων προσδέξασθαι, δι' ὃ μὲν δοκεῖ μόνον ἔχειν ἀξιοπιστίαν τοὐπιχείρημα, πλεῖον δὲ οὐδὲ ἕν, εἰ μὴ τέχνην τινὰ τῶν πιστῶν φαμεν αὐτῶν, ὃ ποιοῦσιν ο ἱ εὖ διδαχθέντες. ἀλλ' οὐ μόνον ὁ μὴ μαθὼν τ ὴ ν τέχνην ἀδυνατεῖ τὰ τῆς τέχνης ἔργα συντελεῖν, ἀλλὰ καὶ τὰ δι' ἀσκήσεως καί τινος ἱστορίας καὶ παρατηρήσεως ἀδυνατεῖ ποιεῖν ὁ τούτων ἀμοιρήσας, ἐάν τε παρατηρήσηι, φήσω, τὰ τοῖς ὄχλ οις μάλιστ' ἀρέσκοντα καὶ τὴν τριβὴν περιποιήσηται καὶ τἆλλα προσενέγκηται, τάχ' ὡς τέλε ιος, οὐδὲ ἓν προσδεηθεὶς ἄκρως ἐν τοῖς τροπικοῖς ἀναστραφήσεται, καὶ τὰ πράγματα τὴν τούτου παρέσχηται καὶ συμπαρέξεται