Ancient Greek
Column 21
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 21
Not analysed yet
πίστιν· ἐκεῖνο γε μᾶλλον ἔμβριθές ἐστι τεκμήριον τοῦ μὴ πολιτικὴν τέχνην εἶναι τὴν σοφιστικήν, ὅ τις ἂν εἴπ ειεν ἀντιστρέψας· εἰ τέχνη τίς ἐστιν ἐκείνη, ταύτης ὁ μαθὼν τὰς τεχνολογίας εἰς δῆμον ἢ δ ικαστήριον λεγέτωι παρελθών. τὰ μὲν οὖν εἰρη μένα τισὶν ὑπέρ τε τ οῦ τ έ χ νην εἶναι τὴν ῥητορικὴν καὶ ὑπὲρ τοῦ μὴ τ έχνην τοῦτον ἡμῖν ἐπεσκέφθω τὸν τρόπον. τῶ ν δ' ἡμετέρων τοὺς λέ γοντας τὴν ῥητορικὴν τοῦ μὲν γράφειν λόγους καὶ ἐπιδείξεις ποιεῖσθαι τέχνην εἶναι, τοῦ δὲ δίκας λέγειν καὶ δημ ηγορεῖν οὐ τέχνην, ταύτηι τις ἂν μ έμψαιτο δεόντως, ὅτι τὴν σοφιστικήν μόνην ἐοίκασιν οἰομένοις καλεῖσθαι ῥητορικὴν. τήν γὰρ ῥητορικήν φασιν τούτων μὲν εἶναι τέχνην· ἐπειδὴ δ' ἐπαινέσας αὐτ ῶν τ ι ς ὅλην δόξαν πως σοφιστικὴν τέχνην εἶναι, ἀπὸ τῶν ἐκκειμέ νων, ὅτι τοῦ δίκας λέ