Ancient Greek
Column 30
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 30
Not analysed yet
σαν δὲ καὶ τοῦτο, διότι τέχν ην τοιαύτην λέγοντες εἶναι τὴν ῥητορικήν, οἵαν ἄν τις εἴποι τὴν ἐκ παρατηρήσεως ποιᾶς συνησκημένην ἕξιν, καθ' ἣν ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον περιγίνεται τὸ προκείμενον τέλος, τὸ τῆς τέχνης ἴδιον αὐτῆς ἀναιροῦνται. θεωρεῖται γὰρ ἐμ μεθόδωι τοῦτο καί τινι παραδόσει κοινῶν τινων διατεινόντων ἐπὶ τὰ κατὰ μέρος, ἄν τ' οὖν ἦι τῶν παγίων ἐ πιστημῶν, ἄν τε τῶν στοχαστικῶν. τὰ δ' ἐκ παρατηρήσεως καί τινος ἱστορίας συνησκημένα τέχνας ἡ συνήθεια τῶν Ἑλλήνων οὐ πάνυ τι προσαγορεύει κατὰ τὸν κύριον τρόπον, ἀλλ' ἔστιν ὅτε καταχρωμένη, καθάπερ ἐνίοτε καὶ τοὺς ἐν τ οῖς θαύμασιν συντ όνους τεχνίτας καλεῖ, καὶ τὸ δεξιῶς ξύλα σχίσαι καὶ συνθεῖναι καὶ ἐνεδρεῦσαί τινα πονηρῶς τεχνικὸν λέγει καὶ τέχνας τὰς ἐν ταῖς κωμῳδίαις καὶ πάντα τὰ τούτοις παραπλήσια.