Ancient Greek
Column 6
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 6-2
Not analysed yet
νας, ἐπανγέλλεται τὸ τέλος διὰ παντὸς ποιήσειν. οὔτε γὰρ ἰατρὸς οὔτε κυβερνήτης οὔ τε τοξότης οὔτε ἁπλῶς ὅσοι τὰς ἐπιστήμας οὐ παγίους ἔχ ου σ ι ν ἀλλὰ στοχαστικάς. ὥστ' ἢ καὶ ταύτας οὐ ῥητέον εἶναι τέχνας ἢ καὶ τὴν ῥητορικήν. ἐπαγγέλλεταί τε καὶ ὁ ῥήτωρ τὸ τέλος ποιήσειν. ἐστὶ δ' αὐτοῦ τὸ τέλος ὃ φέρει τῶν πραγ μάτων ἡ φύσις, οὔτε διὰ παντὸς κείμενον οὐδέ, μὰ Δία, κατὰ τὸ πλεῖστον. ἀλλὰ πολὺ μᾶλλο ν τῶν μὴ ῥητόρων τὸ ἔργ ον ποιεῖ. πᾶς τεχνίτης πολὺ πρότερον ἑαυτῶι περιποιεῖ τὸ τῆς τέχνης ἔργον· πῶς δ' ἕτερος ἂν παράσχηι ἱκα ν ὸν καὶ δεινότατο ν τὸν συνήγορον; διὰ τούτων μὲν τῶν λόγων κἂ ν τὴν ἰατρι κὴν ἐκ τῶν τεχ νῶν ἐκ βάλωμεν, εἰ ἀρρωστήσας ἰατρὸς ἑαυτῶι ἄλλους παρίσταται εὖ θεραπεύσαντας. ὅ τε ῥήτωρ οὐδὲ α ἀτεχνίαν ἄλλοις ἐγχειρίζει, διὰ δὲ ἀγωνιῶν τὴν οὐδὲ ὡς ἀντακόλουθον κλέ