Ancient Greek
Column 7
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 7-2
Not analysed yet
πτει ἕξιν, ὥστε ῥητέον μηδὲ τριβὴν καὶ τακτικὴ ν εἶναι τὴν ῥητορική ν. περιε ποίουν γὰρ ἂν τὸ διὰ τῆς τριβῆς πολὺ πρότερον ἑαυτοῖς. πρὸ το ῦ καταβληθῆναι τὰς τέχνας βέλτειον ἐρητόρευον, ἐφ' οἷς δὲ συνέστησαν, χεῖρον. καὶ γάρ, εἰ μὲν τοῦτό τις ἀρνηθείη, πρόχειρον. οἱ γὰρ μετὰ Δη μοσθένην π ολὺ ἧττον ἤδη καταβεβλημένων τῶν τεχνῶν ἴσχυον. οὐ μὴν ἀλλὰ τῆς ῥητορικῆς ο ὐ πάν υ οὔσης τέχνης, προσδεομένης δὲ τριβ ῆς οὐκ ὀλίγης καὶ τοῦ πλείστου διὰ φύσεως καὶ ἀσκήσεως δυναμένης μετασχεῖν, πῶς διὰ τοῦτο θαυμάσεις νῦν περισώζεσθαι; τί τὸ θαυμαστό ν, εἰ πρότερον μὲν ἐγέν οντο μεγαλοφυεῖς καὶ φιλόσ οφοι, μετὰ δὲ τὰς εὑρέσεις τῶν τεχνολογιῶν οἱ τοιοῦτοι; τούτωι μ ὲν γὰρ τῷ τρό πωι καὶ τὴν ποιητικὴν καὶ τὴν ἰατρικὴν καὶ πολλὰς ἄλλας οὐκ εἶναι τέχνας λέγωμεν, καὶ καθ'