Ancient Greek
Column 8
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 8-2
Not analysed yet
ἡμᾶς δὲ φήσαι τις ἂν ἀγαθοὺς εἶναι ῥήτορας ἀλλ' οὐχὶ μόνον ἐν τοῖς πάλαι καιροῖς. τὸ δὲ τοὺς σοφιστὰς μὲν ἂ ν ἰσχυκέναι πρὸ τῶν τεχνολογι ῶν οὐ δείκνυσιν, ἀλλ' ὑπὸ πολιτ ι κῶν εἰσῆχθ αι τὰς τέχνας οὐχ ὑπὸ τ ῶν ἱστορο ύντων φήσει τις, ἀλλὰ βε λτίους εἶναι γραφαῖς οὐ περι ειλημμένας, ὥσπερ οὐδ' ἐν πολλοῖς ἔθνεσ ιν τῶν βαρβάρων. ἐπ εὶ δὲ πρὸς ἅπαντας τ ούτους εὖ ἀ ποχρώντως διειλέ γμεθα τοὺς ἠρωτημένους ὑπὲρ τοῦ μὴ εἶναι τὴν ῥητορικὴν τέχνην, ἑξῆς ἀποψόμεθ α ταχέως καὶ τοὺς ὑπὲρ τοῦ τέχνην αὐτὴν εἶναι προφερομένους, οἷς κἂν αὐτῶν οἵ γε πλείους μ ὴ π ᾶσι τελέως συστοιχῶσιν, ἔχονται μὲν τούτων, οὐ τῶν πρὸς τοὺς αὐτοὺς ἀναλελογισμένων νῦν χαρακτήρων παρ' αὐτοῖς. οὐ μὴν ἀλλὰ τοιαύτης προκειμένης τῆς τῶν πολλῶν ἀ νθρώπων π λάνης καὶ τοῦ παραλογισμοῦ τῶν