Ancient Greek · ~2 min
Column 194
Philodemus, Philodemus, On Frank Criticism 194
Not analysed yet
καὶ καταφρόνησιν ὑ ποπτεύων κατ’ ὀλίγον διδάξει καὶ δι’ ἀ γάπης ἐπηθροισμένους αὐτοὺς καθ’ ὑπερβολήν, ὅταν προβάντες πάθη καὶ φωνὰς ἀνανεῶνται. τάχα δὲ καὶ ὑπ’ αἰσχύνης περιστήσεται τὸν σοφὸν καὶ τὴν παρὰ τοῖς ἄλλοις φίλοις οἴη σ ιν προνοούμενος καὶ τὴν ἀπομίμησιν φυλάττων καὶ μεγάλα παρεσχημένος καὶ τῶι γένει, καθαπερεὶ συνβουλευτικὸν ποῆται τὸ τάγμα τῆς παρρησίας, καὶ περὶ ποιῶν πραγμάτων, οἷον μὴ καταχαρίζεσθαι ῥαιδίως παντάπασι μηδὲ πιστεύειν προχείρως, ἤ τινος τῶν τοιούτων· ἀνέξεται μὲν καὶ τὸ κηδεμονικ ὸν ἐπαινέσει. διδάξει δ’ ὡς ὀρθόν ἐστιν