Ancient Greek · ~8 min
13 to 24
PHILOSTEPHANUS CYRENAEUS, Fragmenta 13-24
Not analysed yet
Ὁ Κύπριος ὁ Πυγμαλίων ἐκεῖνος ἐλεφαντίνου ἠράσθη ἀγάλματος . . . Τὸ ἄγαλμα Ἀφροδίτης ἦν καὶ γυμνὴ ἦν . . . Νικᾶται ὁ Κύπριος Πυγμαλίων τῷ σχήματι καὶ συνέρχεται τῷ ἀγάλματι, καὶ τοῦτο Φιλοστέφανος ἱστορεῖ . . . ἐν τῷ Περὶ Κύπρῳ. Νυμφόδωρος ὁ τὴν Σικελίαν περιηγησάμενος καὶ Πολύαινος καὶ Πανύασις (fr. 9) φύλακα τῶν Ἡλίου βοῶν Φυλάκιόν (Φύλαιόν cod. Vindob.) φησι γενέσθαι, ὃν Φιλοστέφανος Αἰολιδοῦν εἶναί φησι, καὶ ἔχειν ἐν Μύλαις ἡρῷον. Trinacria.] Groecum est propter τρία ἄκρα, i. e. promontoria, Lilyboeum, Pachynum, Pelorum. Latine autem Triquetra dicitur. Sane Philostephanus περὶ τῶν νήσων sine r litera Trinaciam appellat, ὅτι Τρίνακος αὐτῆς πρῶτος ἐβασίλευσεν. Καὶ Φιλοστέφανός φησιν ἕτερα μὲν μυρία, Κἀν Σικεῇ γῇ ῥίπτουσαν λίμνην τοὺς λουομένους· «Γαίη δ ̓ ἐν Σικελῶν Τρινακρίδι χεῦμα δέδεικται αἰνότατον, λίμνη, καίπερ ἐοῦσ ̓ ὀλίγη, ἰσχυρὸν δίνῃσιν· ὃ πρὶν ποσὶ παῦρα τινάξῃς, αἰφνιδίως ξηρήν σ ̓ ἤλασεν ἐς ψάμαθον.» Καὶ ἡ Καλαύρεια δὲ, νῆσος οὖσα πρὸς τῇ Τροιζῆνι, ἱερά ἐστι Ποσειδῶνος, ὥς φησι Φιλοστέφανος. Ἦν δὲ πρότερον μὲν Ἀπόλλωνος, ἡ δὲ Πυθὼ Ποσειδῶνος· καὶ ἀντήμειψαν, ἤγουν κατήλλαξαν. Ἡρακλείδης ἢ Φιλοστέφανος ἐν τῷ Περὶ νήσων φησίν· «Ἀποικίαι δέ εἰσι Θασίων τῆς Θρᾴκης Γάληψος καὶ Στρύμη ἡ νῆσος.» Ἔστι δὲ ἐμπόριον Θασίων. Heraclides Ponticus ἐν τῷ Περὶ νήσων laudatur ap. Steph. Byz. v. Ὠλίαρος. Φιλοστέφανος δὲ ὁ Κυρηναῖος μὲν γένος, Καλλιμάχου δὲ γνώριμος, ἐν τῷ Περὶ τῶν παραδόξων ποταμῶν, ἐν Ἀροανίῳ (vgo Ἀόρνῳ) φησὶ τῷ ποταμῷ, διὰ Φενεοῦ ῥέοντι, ἰχθῦς εἶναι φθεγγομένους ὁμοίως κίχλαις· καλεῖσθαι δ ̓ αὐτοὺς ποικιλίας. Σῆθος, ποταμὸς Σκυθίας, ὡς Φιλοστέφανος. Φησὶ δὲ Φιλοστέφανος ὑπὸ τῶν ἐγχωρίων τοῦτον τὸν χρόνον Ῥοδανὸν ὠνομάσθαι. Τιτὼν ποταμὸς Ἰταλίας ἐγγὺς Κιρκαίου, ὃ Κίρκαιον ἀπὸ τῆς Κίρκης καλεῖται. Ὁ δὲ Τιτὼν οὗτος ποταμὸς οὐκ εἰς θάλασσαν ῥέει, ἀλλ ̓ ὑπὸ γῆς καταπίνεται, ὥς φησι καὶ Φιλοστέφανος. Ἀρετὰν (Ἀρήτην Sylb.) ποταμὸς Κροτωνιάδος χώρας, παρὰ τὴν Ἀρέταν τὴν γυναῖκα Ἀλκίμου (Ἀλκίνου Sylb.) ,ἧς περιρρεῖ τὸ μνῆμα, ὡς μαρτυρεῖ Φιλοστέφανος.