Ancient Greek
25 to 34
PHILOSTEPHANUS CYRENAEUS, Fragmenta 25-34
Not analysed yet
Ἄκτιον . . . ὥς φησι Φιλοστέφανος, ἐστὶ πανὸς ἱερὸν πλησίον Κράθιδος ποταμοῦ. Ἐλέας, Ἐλέαντος, παρὰ Φιλοστεφάνῳ· ἔστι δὲ ὄνομα κύριον. Ἔθος ἦν τοῖς γαμοῦσι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμου ἡμέραν· ἔπεμπον δὲ ἐπὶ ταῦτα τὸν ἐγγύτατα γένους παῖδα ἄρρενα, καὶ οὗτοι ἐλουτροφόρουν . . . Ὅτι δὲ τὰ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακρούνου καλουμένης κρήνης, πρότερον δὲ Καλλιρρόης, Πολυστέφανος (l. Φιλοστέφανος) ἐν τῷ Περὶ κρηνῶν φησί. Unci puer monstrator aratri.] Alii Tritolemum, alii Osirim volunt . . . Osiris significatur, ut Φιλοστέφανος Περὶ εὑρημάτων, vel Epimenides, qui postea Bu- zyzes dictus est sec. Aristotelem. Φλοστέφανος δὲ καὶ τὴν κατ’ οὐλαμοὺς τῶν ἱππέων διανομὴν Λυκούργῳ προστίθησιν. Οἱ Λάκωνες σφραγῖσιν ἐχρῶντο, ξύλοις ὑπὸ σητῶν βεβρωμένοις, κατασημαινο- μένοις ὁπότε βούλοιντο. Φιλοστέφανος δέ φησι πρῶτον Ἡρακλέα χρήσασθαι. Τίμιον γὰρ τὸ ζῶον (sc. ὁ λύκος) παρ’ Ἀθηναίοις· ὃ γὰρ ἀποκτείνας λύκον ἀγείρει αὐτῷ τὰ πρὸς τὴν ταφήν· καὶ ἴσως ἐπεὶ ἡ Λητὼ ἔγκυος οὖσα διὰ δώδεκα ἡμερῶν εἷς Δῆλον ἦλθε μεταβαλοῦσα εἰς λύκον. Διόπερ κατά τινα ὡρισμένον χρόνον τοῦ ἐνιαυτοῦ τίκτει πᾶσα λύκαινα ἓν δώδεκα ἡμέραις, ὡς Φιλοστέφανος φησὶν ἐν τοῖς Ὑπομνήμασιν. Ἐκλήθησαν Ὑπερβόρεοι ἀπὸ Ὑπερβοραίου τινὸς Ἀθηναίου, ὡς Φανόδημος (cod. Φιλόδημος). Φιλοστέφανος δὲ τον Ὑπερβόρεον Θεσσαλόν φησιν εἶναι. Γρύλλος· καθάρας τοὺς Διοσκούρους, ὡς Φιλοστέφανος.