Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_PHILOSTEPHANUS_CYRENAEUS
PHILOSTEPHANUS CYRENAEUS, Fragmenta 35
Not analysed yet
Αἰακὸς ὁ Διὸς καὶ Αἰγίνης, γή- μας Ἐνδηΐδα τὴν Χείρωνος θυγατέρα, ἔσχε δύο παῖδας, Πηλέα καὶ Τελαμῶνα· μιγεὶς δὲ καὶ Ψαμάθη τῇ Νηρηΐδι γεννᾷ Φῶκον. Τοῦτον Πηλεὺς ἀποκτείνας ἔφυγεν εἰς Μαγνησίαν τῆς Θεσσαλίας πρὸς Χείρωνα. Τελαμὼν δὲ ἐν τῷ λόχῳ τοῦ Καλυδωνίου συὸς ἀνελὼν ἀκουσίως καὶ αὐτὸς ἕνα τῶν κυνηγούντων ἔφυγεν εἷς Σαλαμῖνα, καὶ γήμας Περίβοιαν (Ἐρίβοιαν D.) τὴν Ἀλκάθου ἐγέννησεν Αἴαντα. Μενοίτιος δὲ ἀποικήσας εἰς Ὀποῦντα Πάτροκλον ἐτέκνωσεν· ὁ δὲ ἀποκτείνας καὶ αὐτὸς Ἀμφιδάμαντος παῖδα Κλησώνυμον καὶ ἐπὶ τοῦτο φυγὼν εἰς Φθίαν πρὸς Πηλέα κατὰ συγγένειαν, ἐπέμφθη παρ’ αὐτοῦ πρὸς Χείρωνα, ὃς αὐτὸν μετ’ Ἀχιλλέως ἔθρεψεν. Ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ.