Ancient Greek · ~3 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. λθ
Not analysed yet
μηδὲ γράφειν φυγάδα ἀνέξῃ; ἀλλʼ ἐπίνευε φιλοῦσιν. ἔφευγε καὶ Ἀριστείδης, ἀλλʼ ἐπανήρχετο, καὶ Ξενοφῶν, ἀλλʼ οὐ δικαίως, ἔφευγε καὶ Θεμιστοκλῆς, ἀλλʼ ἐτιμᾶτο καὶ παρὰ βαρβάροις, καὶ Ἀλκιβιάδης, ἀλλὰ καὶ παρετείχιζε τὰς Ἀθήνας, καὶ Δημοσθένης, ἀλλʼ ὁ φθόνος αἴτιος. φεύγει καὶ θάλαττα, ὅταν ὑφʼ ἡλίῳ ἐλαύνηται, καὶ ὁ ἥλιος, ὅταν νὺξ καταλαμβάνῃ, φεύγει καὶ μετόπωρον χειμῶνος προσελθόντος καὶ χειμὼν ἄπεισιν ἔαρος διώκοντος, καὶ συνελόντα εἰπεῖν αἱ τῶν πρεσβυτέρων καιρῶν ἐπιδημίαι τῶν νεωτέρων καιρῶν εἰσὶ φυγάδες. ἐδέξαντο καὶ Ἀθηναῖοι Δήμητραν φεύγουσαν καὶ Διόνυσον μετοικοῦντα καὶ τοὺς Ἡρακλέους παῖδας ἀλωμένους, ὅτε καὶ τὸν Ἐλέου ἐστήσαντο βωμόν, ὡς τρισκαιδεκάτου θεοῦ, οὐκ οἴνου σπένδοντες αὐτῷ, ἀλλὰ δακρύων. ἀνάστησον καὶ σὺ τὸν βωμὸν καὶ κακῶς πράττοντα ἐλέησον ἄνθρωπον, μὴ δὶς γένωμαι φυγὰς καὶ τῆς πατρίδος στερηθεὶς καὶ τοῦ πρὸς σὲ ἔρωτος σφαλείς· ἐὰν γὰρ ἐθελήσῃς, κατελήλυθα.