Ancient Greek
3 to 5
Philumenus, De venenatis animalibus eorumque remediis 3-5-5
Not analysed yet
καὶ ταῦτα μὲν τὰ παρακολουθοῦντα τοῖϲ πεπληγόϲι 3 ϲημεῖα. βοηθοῦνται δὲ τοῖϲ ὑπογεγραμμένοιϲ παραχρῆμα· ϲυκῆϲ ὀπὸϲ 4 εἰϲ τὸ πλῆγμα ἐνϲαχθείϲ, ἢ αὐτὸϲ ὁ πλήξαϲ ϲκορπίοϲ ἐπιτεθεὶϲ κατὰ ἀντιπάθειάν τινα ἄκρωϲ βοηθεῖ, ἢ λεῖον ἅλαϲ μετὰ λινοϲπέρμου, ὴ ἀλθαίαϲ ὁ καρπόϲ, ἢ θεῖον ἄπυρον ἀναληφθὲν ῥητίνῃ τερμινθίνῃ καὶ ὡϲ ἐμπλάϲτριον ἐπιτεθέν· ἡ χαλβάνη πλατυνθεῖϲα ϲπληνίου 5 τύπον, ἡ καλαμίνθη λεία ὑδρηρὰ καταπλαϲϲομένη, καὶ ὠμήλυϲι. ἐν οἴνῳ ϲκευαϲθεῖϲα ἐν ἀφεψήματι πηγάνου, ἢ ῥύποϲ ἄγγουϲ οὐρηροῦ καταχριόμενοϲ, ἢ ἀριϲτολοχίαϲ ῥίζα· · ἢ Κυρηναικῷ ὀπῷ ἢ ἁλϲὶν μετὰ ϲταφίδων κατάπλαϲϲε ἢ μετ᾿ ἐλαίου λείοιϲ ἀνάτριβε.