Ancient Greek
ιδ πρὸϲ ϲκορπίου πλῆγμα περίαπτα καὶ ἀντιπαθῆ πρὸϲ τὸ αὐτό.
Philumenus, De venenatis animalibus eorumque remediis 6-2
Not analysed yet
ποτήμαϲιν δὲ χρηϲτέον ἀνυϲιμωτάτοιϲ· ἀριϲτολοχίαϲ ⩹β, μάλιϲτα τοῦ 6 φλοιοῦ ϲὺν οἴνῳ, γεντιανὴ κεκομμένη καὶ γλήχων ἐπικαθηψημένη, καὶ δαφνίδεϲ ἀριθμῷ δέκα λεῖαι, καὶ καλα μίνθα ἐπὶ πολὺ ἐνεψηθεῖϲα ὀξυκράτῳ, ἢ κυπάριϲϲοϲ μετ᾿ οἴνου, ἢ πήγανον ὡϲαύτωϲ· καὶ ϲίλφιον, εἰ παρείη, καὶ ὁ τῆϲ τριφύλλου καρπὸϲ πινόμενοϲ, καὶ τὸ τοῦ ὠκίμου ϲπέρμα, λουτρῶν τε ϲυνεχήϲ χρῆϲιϲ μετὰ πολλῆϲ τῆϲ ἱδρώϲεωϲ, καὶ οἰνοποϲία ζωροτέρα τῷ κράματι.