Ancient Greek · ~2 min
Section 28
Plutarch, Αἴτια φυσικά 28
Not analysed yet
διὰ τί τῶν θηρίων ἡ ἄρκτος ἥκιστα διεσθίει τὰ δίκτυα, καίτοι καὶ λύκοι καὶ ἀλώπεκες διεσθίουσι; πότερον ἐνδοτάτω τοὺς ὀδόντας ἔχουσα τοῦ χάσματος ἥκιστα πρὸς τὰ λίνα ἐξικνεῖται, προεμπίπτει γὰρ τὰ χείλη διὰ πάχος καὶ μέγεθος· ἢ μᾶλλον ἰσχύουσα ταῖς χερσὶ ῥήγνυσι καὶ διασπᾷ τὸν βρόχον· ἢ καὶ ταῖς χερσὶν ἅμα χρῆται καὶ τῷ στόματι, ταῖς μὲν διασπῶσα τὸ λίνον τῷ δʼ ἀμυνομένη τοὺς διώκοντας; οὐδενὸς δʼ ἧττον αὐτῇ βοηθοῦσιν αἱ περικαλινδήσεις· διὸ μᾶλλον ἢ διασπᾶν τὰ λίνα πραγματευομένη πολλάκις ἐκκυβιστᾷ καὶ σῴζεται, ἀμὴ καὶ δέοι ἡ τῶν ὀδόντων.