Ancient Greek · ~3 min
Section 29
Plutarch, Αἴτια φυσικά 29
Not analysed yet
τίς ἡ αἰτία, διʼ ἣν τὰ ψυχρὰ τῶν ὑδάτων οὐ θαυμάζομεν ἀλλὰ τὰ θερμά, καίτοι δῆλον ὅτι θερμότης αἰτία τούτων ὡς ψυχρότης ἐκείνων; οὐ γὰρ, ὡς ἔνιοι νομίζουσιν, ἡ μὲν θερμότης δύναμίς ἐστιν ἡ δὲ ψυχρότης στέρησις θερμότητος· ἐπεὶ πλειόνων αἴτιον ἐφαίνετο τὸ μὴ ὂν τοῦ ὄντος. ἀλλʼ ἔοικε τῷ σπανίῳ τὸ θαυμάσιον ἡ φύσις νέμουσα πῶς; γίγνεται ζητεῖν τὸ μὴ πολλάκις γιγνόμενον. ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις ὅσα μὲν ἔρχεται φέρων θεάματα νυκτός, ὅσον δὲ μεθʼ ἡμέραν κάλλος ἀναδείκνυσιν; οἱ δὲ πολλοὶ τὴν τούτων φύσιν οὐ θαυμάζουσιν, ἴριδας δὲ καὶ ποικίλματα νεφῶν ἡμέρας καὶ σέλα ῥηγνύμενα πομφόλυγος δίκην νυκτὸς κεκόσμηται.