Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
Polyaenus, Strategemata 14. ΠΟΛΥΣΠΕΡΧΩΝ.
Not analysed yet
Πολυσπέρχων, τὰ ὅρια φυλασσόντων Πελοποννη- σίων, τοὺς αὐτοῦ στρατιώτας προὔτρεψε πρὸς τὸν κίν- δυνον. πῖλον Ἀρκαδικὸν ἐπιθέμενος καὶ τρίβωνα διπλοῦν ἐμπορπησάμενος καὶ βακτηρίαν λαβών ἔφη πρὸς αὐτούς· πρὸς οὓς μὲν κινδυνεύειν μέλλομεν, ὦ συστρατιῶται, τοιοῦτοι τυγχάνουσιν ὄντες. ᾿ταῦτα δὲ ἀποθέμενος καὶ τὴν πανοπλίαν ἀναλαβών· οἱ δὲ μέλ- λοντες πρὸς αὐτοὺς πολεμεῖν τοιοῦτοι, μέχρι νῦν πολλοὺς καὶ μεγάλους ἀγῶνας νενικηκότες. ἀκού- σαντες οἱ στρατιῶται ἡξίωσαν μηκέτι μέλλειν, ἀλλʼ εὐθὺς ἄγειν ἐπὶ τὴν μάχην.