Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
Polyaenus, Strategemata 15. ΑΝΤΙΟΧΟΣ ΣΕΛΕΥΚΟΥ.
Not analysed yet
Ἀντίοχος βουλόμενος κρατῆσαι Δαμασκοῦ, ἣν ἐφύλασσε Δίων Πτολεμαίου στρατηγὸς, ἐπήγγειλε τῇ στρατιᾷ καὶ τῇ χώρᾳ πάσῃ Περσικὴν ἑορτὴν θαλιάζειν προστάξας ἅπασι τοῖς ὑπάρχοις ἀμφιλαφῆ κομίζειν εὐωχίας παρασκευήν. ἐφʼ ἡ πανταχοῦ πανηγυρίζοντος Ἀντιόχου μετὰ πάντων, καὶ ὁ Δίων πυνθανόμενος τὴν τρυφὴν τῆς ἑορτῆς ἐχάλασε τὸ σφοδρὸν τῆς φυ- λακῆς. Ἀντίοχος δὲ προστάξας ἄπυρα σιτία τεσσάρων ἡμερῶν κομίζειν ἤγαγε τὴν στρατιὰν διά τε ἐρημίας καὶ ἀτραπῶν παρακρήμνων καὶ ἀπροσδοκήτως ἐπι- φανεὶς αἱρεῖ Δαμασκὸν, Δίωνος οὐ δυνηθέντος ἀντι- σχεῖν Ἀντιόχῳ παρόντι.