Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
Polyaenus, Strategemata 16. ΑΝΤΙΟΧΟΣ ΑΝΤΙΟΧΟΥ.
Not analysed yet
Ἀντίοχος ἐπολιόρκει Κύψελα, Θρᾷτταν πόλιν, ἔχων σὺν αὐτῷ Θρᾳκῶν εὐπατρίδας πολλοὺς, ὧν ἡγοῦντο Τήρης καὶ Δρομιχαίτης. τούτους κοσμήσας στρεπτοῖς χρυσοῖς καὶ ὅπλοις ἀργυροπάστοις προῆλθεν ἐπὶ τὴν μάχην. οἱ δὲ ἀπὸ τῶν Κυψέλων ἰδόντες τοὺς ὁμο- φύλους καὶ ὁμογλώσσους πολλῷ χρυσῷ καὶ ἀργύρῳ κεκοσμημένους, μακαρίσαντες αὐτοὺς τῆς μετʼ Ἀντιόχου στρατείας, τὰ ὅπλα καταβαλόντες Ἀντιόχῳ προσ- ἐθεντο καὶ ἦσαν ἀντὶ πολεμίων σύμμαχοι.