Ancient Greek · ~2 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 5. ΤΥΛΛΟΣ.
Not analysed yet
Τύλλος ἦρχε Ῥωμαίων παρατασσομένων Φιδη- ναίοις· Ῥωμαίους προδόντες Ἀλβανοὶ τὸ λαιὸν κέρας λιπόντες ἐς τὰ ὄρη παρεχωώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμών γγειλε τὴν προδοσίαν. ὁ δὲ ἀνε- βόησεμέγιστον· ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φύλαττε, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσόμενοι τοὺς πολεμίους ἐμοῦ προστάξαντοςʹ. τοῦτʼ ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύγειν ὥρ- μησαν ὑπʼ Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες.