Ancient Greek · ~2 min
46. ΤΑΥΡΟΙ. to 47. ΤΡΩΙΑΔΕΣ.
Polyaenus, Strategemata 46. ΤΑΥΡΟΙ.-47. ΤΡΩΙΑΔΕΣ.
Not analysed yet
Ταῦροι Σκυθικὸν γένος ἀεὶ παρατάττεσθαι μέλλον- τες τάς ὄπισθεν ὁδοὺς ἀνασκάπτουσιν καὶ ποιήσαντες ἀβάτους οὕτως ἀγωνίζονται, ἵνα μὴ δυνάμενοι φυγεῖν ἢ κρατοῖεν ἢ ἀποθνήσκοιεν. Πελληνεῖς ἀναπλέοντες ἐκ Τροίας κατέσχον εἰς τὴν Φλέγραν. αἰχμάλωτοι Τρωιάδες τῶν Ἑλλήνων ἐπὶ γῆν ἀποβάντων οὐ φέρουσαι τὴν ἄλην τὰς ναῦς κατέπρησαν. ἔπειθεν τὰς αἰχμαλώτους Αἰθία, Πρι- άμου ἀδελφή· οἱ δὲ Ἕλληνες ἀπορίᾳ σκαφῶν κατε- λάβοντο τὴν νῦν καλουμένην Σκιώνην καὶ πόλιν οἰκίσαντες τὴν χώραν ἀντὶ Φλέγρας Παλλήνην προσ- ηγόρευσαν.