Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 48. ΣΑΛΜΑΤΙΔΕΣ.
Not analysed yet
Ἀννίβας ἐν Ἰθηρία πόλιν μεγάλην Σαλματίδα ἐπολιόρκει· καὶ δὴ συνθήκας ἐποιήσατο, λαβὼν ἀρ- γυρίου τάλαντα τριακόσια καὶ τριακοσίους ὁμήρους ἀνεῖναι τὴν πολιορκίαν. τῶν δὲ Σαλματαίων οὐκ ἀπο- διδόντων τὰ συγκείμενα Ἀννίβας ἐπιστρέψας ἐπαφῆκε τοὺς στρατιώτας ὡς διαρπασομένους τὴν πόλιν. ἱκετεύ- ουσιν οἱ βάρβαροι συγχωρῆσαι αὐτοῖς, ἐν ἱματίῳ μετὰ τῶν γυναικῶν ἐξελθεῖν, ὅπλα δὲ καὶ χρήματα καὶ ἀνδράποδα καταλιπεῖν. αἱ γυναῖκες ἐν τοῖς κόλποις κρύπτουσαι ξίφη τοῖς ἀνδράσι συνεξῆλθον. οἱ μὲν δὴ τοῦ Ἀννίβου στρατιῶται τὴν πόλιν διήρπαζον, αἱ δὲ γυναῖκες ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδωκαν· ἔνιαι δὲ καὶ αὐταὶ σπασάμεναι μετὰ τῶν ἀνδρῶν ἐπέ- θεντο τοῖς διαρπάσασι τὴν πόλιν, ὥστε τοὺς μὲν κατέ- βαλον, τοὺς δὲ ἐτρέψαντο καὶ ἀθρόοι διεξεπαίσαντο. Ἀννίβας τὴν ἀνδρείαν τῶν γυναικῶν θαυμάσας ἀπέ- δωκε διʼ αὐτὰς τοῖς ἀνδράσιν αὐτῶν τήν τε πατρίδα καὶ τὰ χρήματα.