Ancient Greek · ~3 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 6. TAPKΥΙNΙΟΣ.
Not analysed yet
Ταρκυΐνιος Γαβίους πολιορκῶν χρόνῳ μακρῷ, μὴ δυνάμενος ἑλεῖν, τὸν νεῶώτατον τῶν παίδων Σέξστον πληγαῖς αἰκισάμενος αὐτόμολον ἔπεμψεν. οἱ δὲ τὸ σῶμα πικρῶς ᾐκισμένον ἰδόντες ἐδέξαντο πολλὰ καὶ μεγάλα ἐπαγγειλάμενον κατὰ τοῦ πατρός· ὧν τὰ πλεῖστα δράσας πιστὸς ἦν. ἐληίζετο Ῥωμαίους, ἐς φυγὴν ἐτρέ- πετο, αἰχμαλώτους ἐλάμβανε, μάχας ἐνίκα πολλάς, ὥστε οἱ Γάβιοι θαυμάσαντες αὐτοκράτορα στρατηγὸν αὐτὸν ἀπεφήναντο. ὁ δὲ ἄγγελον κρύφα πέμψας τὸν πατέρα ἥρετο, τί δρᾶν κελεύοι· Ταρκυίνιος δὲ, καὶ γὰρ ἔτυχεν ὁμιλῶν ἐν κήπῳ, τοὺς ὑψηλοτάτους μήκωνας ἀποκλάσας ἔφη πρὸς τὸν ἄγγελον φράζε μου τῷ παιδὶ ταὐτὸ πράττεινʹ. ὁ μὲν ἥγγειλεν, ὁ δὲ Σέξστος τῶν Γαβίων τοὺς προέχοντας διαφθείρας, οὕτω μηχανησάμενος ἐρη- μίαν καὶ ἀσθένειαν Γαβίοις τὴν πόλιν αὐτῶν παρέδωκε Ῥωμαίοις.