Ancient Greek · ~6 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 7. KAMIΛΛΟΣ.
Not analysed yet
Κάμιλλος αλερίοις ἐπολέμει. τῶν αλερίων παί δων ὁ διδάσκαλος προαγαγὼν αὐτοὺς εξω τείχους ὡς γυμνασομένους παρέδωκεʼΡωμαίοις, άμιλλος δὲ ἀσεβῆ τὴν τοῦ διδασκάλου προδοσίαν ἡγησάμενος προσέταξεν ὀπίσω τῶ χεῖρε αὐτοῦ περιαχθῆναι καὶ δεθῆναι καὶ τοῖς παισὶν ἐπέτρεψεν ἀπάγειν τὸν προδότην ὡς τοὺς πατέρας. αλέριοι τὸν μὲν διδάσκαλον αίκισάμενοι κατέφθειραν, τοῦ δὲ Καμίλλου θαυμάσαντες τὴν εὐσέ- βειαν καὶ τὴν δικαιοσύνην σφᾶς αὐτοὺς ἄνευ μάχης παρέδωκαν· Κάμιλλος δὲ τοὺς πολλῷ χρόνῳ ἁλῶναι μὴ δυναμένους εὐσεβεῖ στρατηγήματι παρεστήσατο. Κελτοὶ ἔρέννου βασιλέως ἡγουμένου κατα κράτος τὴν Ῥαώμην ἑλόντες ἑπτὰ μησὶ κατέσχον· Κάμιλλος τοὺς ἔξω τῆς πόλεως Ῥωμαίους συναγαγὼν ἐξήλασε Κελτοὺς καὶ τὴν πόλιν ἀνέστησε. πάλιν οὖ Κελτοὶ μετὰ τρία ἔτη καὶ δέκα εἰς τὴν Ροώμην ἐμβαλεῖν τολμή- σαντες ἐστρατοπεδεύσαντο περὶ τὸν Ἀνίωνα ποταμὸν ἐλάχιστον τῆς πόλεως ἀπέχοντα. Κάμιλλος αἱρεθεὶς πέμπτον δικτάτωρ καὶ τὴν στρατηγίαν ἀναλαβῶῶν πρὸς μὲν τὰς τῶν Κελτῶν μαχαίρας, αἷς καταφέροντες τὰς κεφαλὰς διέκοπτον ,ἐκέλευσεν ἀντιχαλκεύσασθαι τὰ κράνη ὁλοσίδηρα καὶ λεῖα, ὅπως αἱ μάχαιραι ἀπο- λισθάνοιεν ἢ κατεάγνοιντο· τοῖς δὲ θυρεοῖς κύκλῳ περιήρμοσε λεπίδα χαλκῆν, τοῦ ξύλου τὰς πληγὰς μὴ στέγοντος. τοὺς δὲ στρατιῶώτας ἐδίδαξε τοῖς ξυστοῖς μακροῖς ἀπὸ χειρὸς χρῆσθαι καὶ τοῖς ξίφεσι τῶν πο- λεμίων σφᾶς αὐτοὺς ὑποβάλλοντας ἐκδέχεσθαι τὰς καταφοράς. ὅ τε γὰρ σίδηρος τῶν Κελτῶν μαλακὸς ὤν καὶ πονηρῶς ἐληλασμένος ἐκάμπτετο ταχέως, αἵ τε μάχαιραι αὐτῶν ἐδιπλοῦντο καὶ ἡσαν ἄχρηστοι πρὸς τὴν μάχην. οὕτως γέ τοι καὶ ῥᾳδίως ἡττηθέντες οἱ πλεῖστοι μὲν αὐτῶν ἔπιπτον, οἱ λοιποὶ δὲ φυγόντες ᾤχοντο.