Ancient Greek · ~2 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 65. ΦΩΚΙΛΕΣ.
Not analysed yet
Φωκεῦσι καὶ Θετταλοῖς πόλεμος ἄσπονδος ἦν, ὥστε καὶ Θετταλοὶ δόγμα ἐκύρωσαν, μηδενὸς ἀπέχε- σθαι τῶν ἐν ἡλικίᾳ, παῖδας δὲ καὶ γυναῖκας ἀνδρα- ποδίσασθαι. Φωκέων μελλόντων συμβάλλειν ἐς μάχην αἱ Φωκίδες ἐψηφίσαντο· ῾ὕλην παμμεγέθη νησώμεθα· ἐπειδὰν δὲ αἰσθώμεθα τοὺς ἄνδρας ἡττωμένους, αὐταὶ τῆς πυρᾶς μετὰ τῶν τέκνων ἐπιβώμεν καὶ τὴν ὕλην ὑφάψασαι καταπρήσωμεν᾿. τοῦτο τὸ ψήφισμα τῶν γυναικῶν τοὺς Φωκέας ἐποίησεν ἀνδρειότερον παρα- τάξασθαι καὶ κρατῆσαι τῇ μάχῃ.