Ancient Greek · ~2 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 66. ΧΙΑΙ.
Not analysed yet
Χίοις πρὸς Ἐρυθραίους πόλεμος ἦν Λευκωνίας πέρι· καὶ δὴ συνέθεντο Χῖοι μὴ δυνάμενοι τοῖς πο- λεμίοις ἀντέχειν ἐξελθεῖν ὑπόσπονδοι χλαῖναν μίαν ἕκαστος καὶ ἱμάτιον ἔχοντες. αἱ Χῖαι γυναῖκες ἐσχε- τλίαζον, εἰ τὰ ὅπλα προέμενοι γυμνοὶ φευξοῦνται. τῶν δὲ ὀμωμοκέναι φασκόντων αἱ γυναῖκες συνεβούλευσαν τὰ μὲν ὅπλα μηδαμῶς ἀφιέναι, λέγειν δὲ ὡς ἔθος αὐτοῖς χλαῖναν μὲν καλεῖν τὸ ξυστὸν, χιτῶνα δὲ τὴν ἀσπίδα. ταῖς γυναιξὶν ἐπείσθησαν οἱ Χῖοι καὶ τὰ ὅπλα κατασχόντες φοβερώτεροι τοῖς Ἐρυθραίοις ἐγένοντο.