Ancient Greek · ~1 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 67. ΘΑΣΙΑΙ.
Not analysed yet
Θάσιοι πολιορκούμενοι μηχανήματα ἔνδον τῶν τειχῶν ἐπαναστῆσαι τοῖς πολεμίοις βουλόμενοι σπάρ- των ἠπόρουν, οἷς τὰ μηχανήματα συνδεῖν ἐχρῆν. αἱ Θάσιαι τὰς κεφαλὰς ἀπεκείραντο καὶ σύνδεσμοι τῶν μηχανημάτων ἐγένοντο τῶν γυναικῶν αἱ τρίχες.