Ancient Greek
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 68. ΑΡΓΟΛΙΔΕΣ.
Not analysed yet
Πύρρος Ἠπειρώτης ἐνέβαλεν εἰς Ἄργος καλέσαντος αὐτὸν Ἀριστέως Ἀργείου. οἱ μὲν Ἀργεῖοι συνέδραμον ἐς τὴν ἀγορὰν μετὰ τῶν ὅπλων, αἱ δὲ γυναῖκες αὐτῶν προκαταλαβόμεναι τὰ τέγη τοὺς Ἠπειρώτας ἄνωθεν βάλλουσαι ἀναχωρῆσαι βιάζονται, ὥστε καὶ Πύρρος, ὁ δεινότατος τῶν στρατηγῶν, αὐτὸς ἔπεσεν ἐμπεσούσης ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κεραμίδος. αἱ δὲ Ἀργολίδες μέγιστον κλέος ἐν τοῖς Ἐλλησιν ἤραντο Πύρρου τοῦ πολεμικωτάτου μηδὲ ὑπʼ ἀνδρῶν, ἀλλὰ ὑπὸ γυναικῶν Ἀργολίδων πεσόντος.