Ancient Greek · ~4 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 8. MOΥKIΟΣ.
Not analysed yet
Τυρρηνοὶ Ῥωμαίοις ἐπολέμουν. Γυρρηνῶν βασι- λεὺς ἦν Πορσίνας, Ρωμαίων ἦρχε Ποπλικόλας τρίτον ὑπατεων. Μούκιος Ῥωμαῖος ἀνὴρ, ἄριστος τὰ πολε- μικὰ, Πορσίναν βουλόμενος ἀνελεῖν ἐς τὸ Τυρρηνικὸν στρατόπεδον ἦλθεν, ἐσθῆταʼ ἔχων Γυρρηνίδα καὶ τῇ φωνῇ τυρρηνίζων· καὶ δὴ παρελθν ἐπὶ τὸ βῆμα, τὸν βασιλέα τὸν ΠΙορσίναν οὐκ εἰδῶώς ὅστις ἦν, ὃν ῴήθη μάλιστα τῶν καθεζομένων ἐοικέναι βασιλεῖ καὶ δὴ τοῦτον ἔκτεινε σπασάμενος τὸ ξίφος. συλληφθεὶς ὡμο- λόγησεν ὅστις ἦν. Πορσίνας μὲν δὴ ἔθυεν ἐπὶ τῇ σωτηρίᾳ τοῖς θεοῖς, Μούκιος δὲ τῆς ἐσχάρας πῦρ ἐχού- σης ὑπερέσχε τὴν χεῖρα τὴν δεξιὰν καὶ τῆς χειρὸς καιομένης εἱστήκει τῷ Πορσίνᾳ διαλεγόμενος φαιδρῷ καὶ ἀτρέπτῳ τῷ προσώπῳ. ὡς δὲ Πορσίνας τὴν ἀρε- τὴν ὑπερεθαύμαζε, Μούκιος μηδαμῶςʼ ἔφη θαυμάσῃς· τριακόσιοι Ῥωμαῖοι τὴν αὐτὴν ἐμοὶ καρτερίαν ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται καιρὸν παραφυλάσ- σοντες τῆς σῆς ἀναιρέσεωςʹ. Πορσίνας πιστεύσας τοῖς λεγομένοις καὶ φοβηθεὶς τὸν πόλεμον πρὸς Ῥωμαίους διελύσατο.