Ancient Greek · ~3 min
30
Polystratus, P.Herc. 336, 336/1150, 1150 30
Not analysed yet
νὶ κα κίαι ἐνεχομένους τοῖς κατὰ τ ὰς ἀβελτέρους δόξας ἀκολουθοῦντας πο ιήσει γίνεσθαι μετὰ τῆς τῶν πολλῶν ἀνοίας, ἀλλ' ἀθόρυβον ἀληθινῶς καὶ ἀδε ῆ ἐμ πᾶσιν ει αι. ἐγ γὰρ ταύτης μόνης τὸ θαρρεῖν βεβαίως καὶ ἀμεταπτώτως γίνεται καὶ καταφρονεῖν πάλιν καὶ γελᾶν ἀληθινῶς ἐπὶ τοῖς ἀβελτέρως καὶ κενῶ ς ὑπὸ ἀνοήτων λε γ ομένοις ηπα αν ασπ ταςα εδων εἰς τὴν τῶν πολλῶν πάλιν καὶ ἀνοήτων ἄγνοιαν, ἣν φυγεῖν σεμνὸν καὶ οὐθενὶ συμβλητὸν τῶν λοιπῶν περὶ ἃ σπεύδουσιν ἄνθρωποι. οὐθεὶς γὰρ ἂν ἀξίως τῶι λόγωι διεξέλθοι τὰ γινόμενα δι' αὐτῶν δυσχερῆ τῶι βίωι, ὡς ἐπ' αὐτὰ τὰ πάθη καὶ τὰ συμβαίνοντ' ἐπιστήσας τὴν διάνοιαν κατα